Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.209 Dem. 18.212 (English) >>Dem. 18.215

18.211ἀλλὰ γὰρ ἐμπεσὼν εἰς τὰ πεπραγμένα τοῖς προγόνοις ὑμῶν ἔστιν τῶν ψηφισμάτων παρέβην καὶ τῶν πραχθέντων. ἐπανελθεῖν οὖν ὁπόθεν ἐνταῦθʼ ἐξέβην βούλομαι.

ὡς γὰρ ἀφικόμεθʼ εἰς τὰς Θήβας, κατελαμβάνομεν Φιλίππου καὶ Θετταλῶν καὶ τῶν ἄλλων συμμάχων παρόντας πρέσβεις, καὶ τοὺς μὲν ἡμετέρους φίλους ἐν φόβῳ, τοὺς δʼ ἐκείνου θρασεῖς. ὅτι δʼ οὐ νῦν ταῦτα λέγω τοῦ συμφέροντος εἵνεκʼ ἐμαυτῷ, λέγε μοι τὴν ἐπιστολὴν ἣν τότʼ ἐπέμψαμεν εὐθὺς οἱ πρέσβεις. 18.212καίτοι τοσαύτῃ γʼ ὑπερβολῇ συκοφαντίας οὗτος κέχρηται ὥστε, εἰ μέν τι τῶν δεόντων ἐπράχθη, τὸν καιρόν, οὐκ ἐμέ φησιν αἴτιον γεγενῆσθαι, τῶν δʼ ὡς ἑτέρως συμβάντων ἁπάντων ἐμὲ καὶ τὴν ἐμὴν τύχην αἰτίαν εἶναι· καί, ὡς ἔοικεν, σύμβουλος καὶ ῥήτωρ ἐγὼ τῶν μὲν ἐκ λόγου καὶ τοῦ βουλεύσασθαι πραχθέντων οὐδὲν αὐτῷ συναίτιος εἶναι δοκῶ, τῶν δʼ ἐν τοῖς ὅπλοις καὶ κατὰ τὴν στρατηγίαν ἀτυχηθέντων μόνος αἴτιος εἶναι. πῶς ἂν ὠμότερος συκοφάντης γένοιτʼ καταρατότερος; λέγε τὴν ἐπιστολήν.Ἐπιστολή

18.213ἐπειδὴ τοίνυν ἐποιήσαντο τὴν ἐκκλησίαν, προσῆγον ἐκείνους προτέρους διὰ τὸ τὴν τῶν συμμάχων τάξιν ἐκείνους ἔχειν. καὶ παρελθόντες ἐδημηγόρουν πολλὰ μὲν Φίλιππον ἐγκωμιάζοντες, πολλὰ δʼ ὑμῶν κατηγοροῦντες, πάνθʼ ὅσα πώποτʼ ἐναντίʼ ἐπράξατε Θηβαίοις ἀναμιμνῄσκοντες. τὸ δʼ οὖν κεφάλαιον, ἠξίουν ὧν μὲν εὖ ʼπεπόνθεσαν ὑπὸ Φιλίππου χάριν αὐτοὺς ἀποδοῦναι, ὧν δʼ ὑφʼ ὑμῶν ἠδίκηντο δίκην λαβεῖν, ὁποτέρως βούλονται, διέντας αὐτοὺς ἐφʼ ὑμᾶς συνεμβαλόντας εἰς τὴν Ἀττικήν· καὶ ἐδείκνυσαν, ὡς ᾤοντο, ἐκ μὲν ὧν αὐτοὶ συνεβούλευον τἀκ τῆς Ἀττικῆς βοσκήματα καὶ ἀνδράποδα καὶ τἄλλʼ ἀγάθʼ εἰς τὴν Βοιωτίαν ἥξοντα, ἐκ δʼ ὧν ἡμᾶς ἐρεῖν ἔφασαν τἀν τῇ Βοιωτίᾳ διαρπασθησόμενʼ ὑπὸ τοῦ πολέμου. καὶ ἄλλα πολλὰ πρὸς τούτοις, εἰς ταὐτὰ δὲ πάντα συντείνοντʼ ἔλεγον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.209 Dem. 18.212 (English) >>Dem. 18.215

Powered by PhiloLogic